Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 37.24 Dem. 37.27 (English) >>Dem. 37.30

37.26πῶς οὖν εἰς ἀνάγκην ἦλθεν ταῦθʼ οὕτω γράψαι; Εὔεργος τότʼ οἶμαι πλημμελῶν ὧν δέδωκε δίκην, συνήθως ἔχων ἐμοὶ καὶ γνώριμος ὢν κατέστησεν τὸν οἰκέτην οἴκοθεν λαβὼν παρʼ ἐμοῦ φυλάττειν ὡς αὑτόν. εἰ μὲν οὖν ἔγραψε τἀληθές, γέλως ἂν ἦν· τί γάρ, εἰ κατέστησεν Εὔεργος, ἐγώ σʼ ἀδικῶ; φεύγων δὲ τοῦτο τοιαῦτʼ ἠνάγκασται γράφειν, ἵνʼ πρὸς ἔμʼ αὐτῷ τὸ ἔγκλημα. λέγε τὰ ἐφεξῆς.Ἔγκλημα

κἄπειτα πείσας τοὺς οἰκέτας τοὺς ἐμοὺς καθέζεσθαι εἰς τὸν κεγχρεῶνα ἐπὶ βλάβῃ τῇ ἐμῇ.

37.27τουτὶ παντελῶς ἤδη καὶ ἀναιδές ἐστιν· οὐ γὰρ μόνον ἐκ τοῦ προκαλεῖσθαι τούτους παραδοῦναι, τοῦτον δὲ μὴ ʼθέλειν, ἀλλὰ καὶ ἐκ πάντων δῆλόν ἐστιν ψεῦδος ὄν. τίνος γὰρ εἵνεκʼ ἔπειθον; ἵνα νὴ Δίʼ αὐτοὺς κτήσωμαι. ἀλλʼ αἱρέσεώς μοι δοθείσης ἔχειν κομίσασθαι τὰ ἐμαυτοῦ, εἱλόμην κομίσασθαι, καὶ ταῦτα μεμαρτύρηται. λέγε δὴ τὴν πρόκλησιν ὅμως.Πρόκλησις

37.28ταύτην τοίνυν οὐχὶ δεξάμενος τὴν πρόκλησιν, ἀλλὰ φυγών, σκέψασθʼ οἷον εὐθέως μετὰ ταῦτʼ ἐγκαλεῖ. λέγε τοὐχόμενον.Ἔγκλημα

καὶ κατεργασάμενος τὴν ἀργυρῖτιν, ἣν οἱ ἐμοὶ οἰκέται ἠργάσαντο, καὶ ἔχων τὸ ἀργύριον τὸ ἐκ ταύτης τῆς ἀργυρίτιδος.

πάλιν ταῦτα πῶς ἔνεστʼ ἐμοὶ πεπρᾶχθαι τῷ μὴ παρόντι,καὶ περὶ ὧν Εὐέργου κατεδικάσω;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 37.24 Dem. 37.27 (English) >>Dem. 37.30

Powered by PhiloLogic